Livre d'Isaïe
54,15 ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι ἐμοῦ καὶ ἐπὶ σὲ καταφεύξονται. ( ) 54,16 ἰδοὺ ἐγὼ κτίζω σε, οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον· ἐγὼ δὲ ἔκτισά σε οὐκ εἰς ἀπώλειαν φθεῖραι ( ) 54,17 πᾶν σκεῦος φθαρτόν. ἐπὶ σὲ οὐκ εὐοδώσω, καὶ πᾶσα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν· πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. ἔστιν κληρονομία τοῖς θεραπεύουσιν κύριον, καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει κύριος. ( ) 55,1 Οἱ διψῶντες, πορεύεσθε ἐφ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἴνου καὶ στέαρ. ( ) 55,2 ἵνα τί τιμᾶσθε ἀργυρίου, καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν., ἀκούσατέ μου καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. ( )

55,3 προσέχετε τοῖς ὠτίοις ὑμῶν καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου· ἐπακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν· καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυιδ τὰ πιστά.


3738 Bible des peuples sur verset 2018-12-23: L’alliance éternelle et les bienfaits promis à David. L’alliance éternelle est une formule nouvelle, elle répond aux vœux de ceux qui ont compris que l’alliance du Sinaï est peu de chose si elle ne dépasse pas le cadre d’une terre et d’un peuple. Et les biens promis à David reparaissent quand sa dynastie a perdu le trône : le prophète découvre que la vocation de la royauté, à peine entrevue par les rois, était de réunir les peuples païens pour déverser sur eux les biens de Dieu. Le prophète reprend en les retournant les paroles lues en Psaume 17.44 : Israël fera ce que ses rois n’ont pu accomplir.

( )
55,4 ἰδοὺ μαρτύριον ἐν ἔθνεσιν δέδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. ( Ps 17,44 , ) 55,5 ἔθνη, ἃ οὐκ ᾔδεισάν σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται ἕνεκεν τοῦ θεοῦ σου τοῦ ἁγίου Ισραηλ, ὅτι ἐδόξασέν σε. ( ) 55,6 Ζητήσατε τὸν θεὸν καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε· ἡνίκα δ ἂν ἐγγίζῃ ὑμῖν, ( ) 55,7 ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ καὶ ἐπιστραφήτω ἐπὶ κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. ( ) 55,8 οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, λέγει κύριος· ( )