Livre d'Isaïe
54,1 Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα, εἶπεν γὰρ κύριος. ( ) 54,2 πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ· μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους σου κατίσχυσον. ( ) 54,3 ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς. ( ) 54,4 μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης· ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ. ( ) 54,5 ὅτι κύριος ὁ ποιῶν σε, κύριος σαβαωθ ὄνομα αὐτῷ· καὶ ὁ ῥυσάμενός σε αὐτὸς θεὸς Ισραηλ, πάσῃ τῇ γῇ κληθήσεται. ( )

54,6 οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέν σε κύριος οὐδ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην, εἶπεν ὁ θεός σου·


3734 Bible des peuples sur verset 2018-12-23: Après le serviteur, Sion. Ici les épousailles. Après la colère de Dieu par suite des péchés de Sion, l’amour éternel. Sion mère féconde, établie sur la justice, dont les enfants referont le monde : c’est comme une illustration de l’œuvre accomplie par le serviteur au prix de son sacrifice.

( )
54,7 χρόνον μικρὸν κατέλιπόν σε καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε, ( ) 54,8 ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε, εἶπεν ὁ ῥυσάμενός σε κύριος. ( ) 54,9 ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νωε τοῦτό μοί ἐστιν· καθότι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ τῇ γῇ μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι μηδὲ ἐν ἀπειλῇ σου ( ) 54,10 τὰ ὄρη μεταστήσεσθαι οὐδὲ οἱ βουνοί σου μετακινηθήσονται, οὕτως οὐδὲ τὸ παρ ἐμοῦ σοι ἔλεος ἐκλείψει οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης σου οὐ μὴ μεταστῇ· εἶπεν γὰρ κύριος Ἵλεώς σοι. ( ) 54,11 Ταπεινὴ καὶ ἀκατάστατος, οὐ παρεκλήθης, ἰδοὺ ἐγὼ ἑτοιμάζω σοὶ ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπφειρον ( )



trouve dans 1 passage(s): La colline de Sion,
trouve dans 2 liturgie(s): Samedi-1-Samedi saint (Vigile Pascale) annee C, Samedi-1-Samedi saint (Vigile Pascale) annee A,
trouve dans 0 document(s) de référence: