Livre de la Genèse
9,16 καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί, ἥ ἐστιν ἐπὶ τῆς γῆς. ( ) 9,17 καὶ εἶπεν ὁ θεὸς τῷ Νωε Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης σαρκός, ἥ ἐστιν ἐπὶ τῆς γῆς. ( ) 9,18 Ἦσαν δὲ οἱ υἱοὶ Νωε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ Σημ, Χαμ, Ιαφεθ· Χαμ ἦν πατὴρ Χανααν. ( ) 9,19 τρεῖς οὗτοί εἰσιν οἱ υἱοὶ Νωε· ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. ( ) 9,20 Καὶ ἤρξατο Νωε ἄνθρωπος γεωργὸς γῆς καὶ ἐφύτευσεν ἀμπελῶνα. ( )

9,21 καὶ ἔπιεν ἐκ τοῦ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ.


5008 Annick de Souzenelle sur verset 2020-05-10: A la sortie de l’arche Noé est ivre de connaissance et nu (nu en hébreux est proche de la connaissance). Il est nu car dépouillé de tout ce qu’il a acquis: il sait qu’il faut aller plus loin.

2222 Bible des peuples sur verset 2018-11-11: Dans les cultures primitives, les hommes à la recherche d’expériences surnaturelles font facilement de l’ivresse un rite sacré. Ils croient trouver dans le vin les forces vitales qui leur permettraient d’échapper au passage du temps. La Bible respecte cette aspiration et préfère honorer Noé plutôt que de condamner son ivresse.

( )
9,22 καὶ εἶδεν Χαμ ὁ πατὴρ Χανααν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐξελθὼν ἀνήγγειλεν τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. ( ) 9,23 καὶ λαβόντες Σημ καὶ Ιαφεθ τὸ ἱμάτιον ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν καὶ ἐπορεύθησαν ὀπισθοφανῶς καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανές, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. ( Mt 17,6 , Mc 9,6 , ) 9,24 ἐξένηψεν δὲ Νωε ἀπὸ τοῦ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος, ( ) 9,25 καὶ εἶπεν Ἐπικατάρατος Χανααν· παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. ( ) 9,26 καὶ εἶπεν Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σημ, καὶ ἔσται Χανααν παῖς αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: