Livre d'Isaïe
51,18 καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου, ὧν ὕψωσας. ( ) 51,19 δύο ταῦτα ἀντικείμενά σοι· τίς σοι συλλυπηθήσεται., πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα· τίς σε παρακαλέσει., ( ) 51,20 οἱ υἱοί σου οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ κυρίου, ἐκλελυμένοι διὰ κυρίου τοῦ θεοῦ. ( ) 51,21 διὰ τοῦτο ἄκουε, τεταπεινωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου· ( ) 51,22 οὕτως λέγει κύριος ὁ θεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ Ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ, καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό· ( )

51,23 καὶ ἐμβαλῶ αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε, οἳ εἶπαν τῇ ψυχῇ σου Κύψον, ἵνα παρέλθωμεν· καὶ ἔθηκας ἴσα τῇ γῇ τὰ μετάφρενά σου ἔξω τοῖς παραπορευομένοις.


( )
52,1 Ἐξεγείρου ἐξεγείρου, Σιων, ἔνδυσαι τὴν ἰσχύν σου, Σιων, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ιερουσαλημ πόλις ἡ ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος. ( ) 52,2 ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι κάθισον, Ιερουσαλημ· ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος θυγάτηρ Σιων. ( ) 52,3 ὅτι τάδε λέγει κύριος Δωρεὰν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε. ( ) 52,4 οὕτως λέγει κύριος Εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν· ( ) 52,5 καὶ νῦν τί ὧδέ ἐστε., τάδε λέγει κύριος. ὅτι ἐλήμφθη ὁ λαός μου δωρεάν, θαυμάζετε καὶ ὀλολύζετε· τάδε λέγει κύριος. δι ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: