Livre d'Isaïe
50,7 καὶ κύριος βοηθός μου ἐγενήθη, διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ. ( ) 50,8 ὅτι ἐγγίζει ὁ δικαιώσας με· τίς ὁ κρινόμενός μοι., ἀντιστήτω μοι ἅμα· καὶ τίς ὁ κρινόμενός μοι., ἐγγισάτω μοι. ( ) 50,9 ἰδοὺ κύριος βοηθεῖ μοι· τίς κακώσει με., ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς. ( ) 50,10 Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν κύριον., ἀκουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ· οἱ πορευόμενοι ἐν σκότει οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ. ( ) 50,11 ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογί, ᾗ ἐξεκαύσατε· δι ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε. ( )

51,1 Ἀκούσατέ μου, οἱ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν κύριον, ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε.


20199 Bible des Peuples sur titre chapitre 2023-11-11: Une parole de Dieu aux indécis

3723 Bible des peuples sur titre chapitre 2018-12-23: Alternance des poèmes qui affirment la nécessité d’une souffrance rédemptrice, tout particulièrement pour ceux que Dieu a choisis, et ceux qui parlent de certitude, de victoire, de joie. La joie n’est pas seulement pour après, Dieu l’a communiquée déjà à ses serviteurs dans le temps de l’attente et des échecs. On voit ici les mêmes contrastes que dans le discours après la Cène, et en 1Pierre 1.3-12. Lorsque Jésus ressuscité montrait à ses apôtres que toute l’Écriture parlait de lui, il voyait plus large que le dernier poème du Serviteur en 52.13.

( )
51,2 ἐμβλέψατε εἰς Αβρααμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σαρραν τὴν ὠδίνουσαν ὑμᾶς· ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν καὶ εὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν. ( ) 51,3 καὶ σὲ νῦν παρακαλέσω, Σιων, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως. ( ) 51,4 ἀκούσατέ μου ἀκούσατε, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε· ὅτι νόμος παρ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. ( ) 51,5 ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν· ἐμὲ νῆσοι ὑπομενοῦσιν καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν. ( ) 51,6 ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δὲ κατοικοῦντες τὴν γῆν ὥσπερ ταῦτα ἀποθανοῦνται, τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη μου ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: