Livre d'Isaïe
49,22 Οὕτως λέγει κύριος Ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ ὤμων ἀροῦσιν, ( ) 49,23 καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσιν· καὶ γνώσῃ ὅτι ἐγὼ κύριος, καὶ οὐκ αἰσχυνθήσῃ. ( ) 49,24 μὴ λήμψεταί τις παρὰ γίγαντος σκῦλα., καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται., ( ) 49,25 οὕτως λέγει κύριος Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήμψεται σκῦλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι· ( ) 49,26 καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθήσονται, καὶ αἰσθανθήσεται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ιακωβ. ( )

50,1 Οὕτως λέγει κύριος Ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν., ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς., ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν.


3719 Bible des peuples sur titre chapitre 2018-12-23: Ici encore on pourra reposer la question sur l’identité du serviteur. Nous avons vu que déjà en 42 et 49 ce serviteur devait désigner, pour le prophète, une minorité d’Israël (sans nier que le texte inspiré, l’Écriture relue à la lumière de l’événement Jésus, est toute orientée vers le Christ). Ici on peut noter que les mentions d’Israël et Jacob n’apparaissent plus, et par contre à plusieurs reprises le prophète s’adresse à ceux qui cherchent Dieu (51.1 ; 51.7 ; 50.10).

( 2R 4,1 , )
50,2 τί ὅτι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος., ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων., μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι., ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι., ἰδοὺ τῇ ἀπειλῇ μου ἐξερημώσω τὴν θάλασσαν καὶ θήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ( ) 50,3 καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ. ( ) 50,4 Κύριος δίδωσίν μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἐν καιρῷ ἡνίκα δεῖ εἰπεῖν λόγον, ἔθηκέν μοι πρωί, προσέθηκέν μοι ὠτίον ἀκούειν· ( ) 50,5 καὶ ἡ παιδεία κυρίου ἀνοίγει μου τὰ ὦτα, ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω. ( ) 50,6 τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: