Livre d'Isaïe
49,2 καὶ ἔθηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με, ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με. ( ) 49,3 καὶ εἶπέν μοι Δοῦλός μου εἶ σύ, Ισραηλ, καὶ ἐν σοὶ δοξασθήσομαι. ( ) 49,4 καὶ ἐγὼ εἶπα Κενῶς ἐκοπίασα καὶ εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ θεοῦ μου. ( ) 49,5 καὶ νῦν οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ιακωβ καὶ Ισραηλ πρὸς αὐτόν – συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον κυρίου, καὶ ὁ θεός μου ἔσται μου ἰσχύσ ( ) 49,6 καὶ εἶπέν μοι Μέγα σοί ἐστιν τοῦ κληθῆναί σε παῖδά μου τοῦ στῆσαι τὰς φυλὰς Ιακωβ καὶ τὴν διασπορὰν τοῦ Ισραηλ ἐπιστρέψαι· ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. ( )

49,7 Οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ θεὸς Ισραηλ Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται, ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγ


20196 Bible des Peuples sur titre chapitre 2023-11-11: Parole de consolation pour Israël

3713 Bible des peuples sur verset 2018-12-23: L’amour maternel de Dieu pour son peuple. Il les sauve du désespoir et du mépris. Il reconstruit Jérusalem et rassemble ceux qui étaient dispersés. Il attire toutes les nations pour qu’elles viennent reconnaître la vraie cité. Ici encore Dieu s’adresse aux minorités plus conscientes d’Israël, à ceux qui n’ont pas renié leur idéal et leurs espérances quand ils étaient perdus dans la ville grande et riche — et païenne, Babylone. Ils relèveront leur peuple et ils seront la lumière du monde. Ces promesses commenceront à s’accomplir quand les Juifs, après être revenus dans leur patrie, se feront missionnaires dans tous les pays du monde grec et syrien. Plus tard, elles auront un autre sens pour l’Église que Jésus établit comme une nouvelle Jérusalem. Parfois cette nouvelle Jérusalem semble sclérosée et sans vie : elle disparaît même de certaines parties du monde. Mais Dieu lui amène de nouveaux enfants d’autres continents. Il nous invite à regarder plus loin que nos communautés, à voir ces masses tout près de nous, qui n’ont pas encore reçu la proclamation du Royaume.

( )
49,8 οὕτως λέγει κύριος Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, ( ) 49,9 λέγοντα τοῖς ἐν δεσμοῖς Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι. καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· ( ) 49,10 οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος, ἀλλὰ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς· ( ) 49,11 καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. ( ) 49,12 ἰδοὺ οὗτοι πόρρωθεν ἔρχονται, οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. ( )



trouve dans 1 passage(s): Le serviteur souffrant,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: