Livre d'Isaïe
45,17 Ισραηλ σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος. ( ) 45,18 Οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν – οὗτος ὁ θεὸς ὁ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν ἀλλὰ κατοικεῖσθαι – Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἔτι. ( ) 45,19 οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· οὐκ εἶπα τῷ σπέρματι Ιακωβ Μάταιον ζητήσατε· ἐγώ εἰμι ἐγώ εἰμι κύριος λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν. ( ) 45,20 συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἱ σῳζόμενοι ἀπὸ τῶν ἐθνῶν. οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν καὶ προσευχόμενοι ὡς πρὸς θεούς, οἳ οὐ σῴζουσιν. ( ) 45,21 εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταῦτα ἀπ ἀρχῆς. τότε ἀνηγγέλη ὑμῖν Ἐγὼ ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμοῦ. ( )

45,22 ἐπιστράφητε πρός με καὶ σωθήσεσθε, οἱ ἀπ ἐσχάτου τῆς γῆς· ἐγώ εἰμι ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος.


( )
45,23 κατ ἐμαυτοῦ ὀμνύω Ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ θεῷ ( ) 45,24 λέγων Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν, καὶ αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτούς· ( ) 45,25 ἀπὸ κυρίου δικαιωθήσονται καὶ ἐν τῷ θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ισραηλ. ( ) 46,1 Ἔπεσε Βηλ, συνετρίβη Δαγων, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ κτήνη· αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι ( ) 46,2 καὶ πεινῶντι καὶ ἐκλελυμένῳ οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: