Livre d'Isaïe
44,4 καὶ ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ. ( ) 44,5 οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ιακωβ, καὶ ἕτερος ἐπιγράψει Τοῦ θεοῦ εἰμι, ἐπὶ τῷ ὀνόματι Ισραηλ. ( ) 44,6 Οὕτως λέγει ὁ θεὸς ὁ βασιλεὺς τοῦ Ισραηλ ὁ ῥυσάμενος αὐτὸν θεὸς σαβαωθ Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστιν θεός. ( ) 44,7 τίς ὥσπερ ἐγώ., στήτω καλεσάτω καὶ ἑτοιμασάτω μοι ἀφ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν. ( ) 44,8 μὴ παρακαλύπτεσθε· οὐκ ἀπ ἀρχῆς ἠνωτίσασθε καὶ ἀπήγγειλα ὑμῖν., μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ· καὶ οὐκ ἦσαν τότε. ( Ps 84,10 , )

44,9 οἱ πλάσσοντες καὶ γλύφοντες πάντες μάταιοι οἱ ποιοῦντες τὰ καταθύμια αὐτῶν, ἃ οὐκ ὠφελήσει αὐτούς· ἀλλὰ αἰσχυνθήσονται


20185 Bible des Peuples sur titre chapitre 2023-11-11: Moquerie contre ceux qui adorent les idoles

3692 Bible des peuples sur verset 2018-12-22: Il est difficile de dire si 44.9-20 faisait partie de ces chapitres. De toute façon l’insistance sur l’impotence des idoles montre que la tentation était grande pour les Israélites vivant à Babylone, cité de dieux et de temples, avec une bonne réputation de devins, d’horoscopes et de voyantes.

3691 Bible des peuples sur verset 2018-12-22: Le paragraphe 9-20 a été placé ici, mais il vient d’ailleurs : il se moque des fabricants d’idoles. Ces textes sont toujours valables, car il est facile de voir que les découvertes scientifiques n’ont pas fait reculer les pratiques superstitieuses. Voir le commentaire d’Isaïe*30.22 et Jérémie*2.11.

( )
44,10 πάντες οἱ πλάσσοντες θεὸν καὶ γλύφοντες ἀνωφελῆ, ( ) 44,11 καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα, ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα. ( ) 44,12 ὅτι ὤξυνεν τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἔτρησεν αὐτό, εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίῃ ὕδωρ. ἐκλεξάμενος ( ) 44,13 τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ καὶ ἐν κόλλῃ ἐρρύθμισεν αὐτό, ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ. ( ) 44,14 ὃ ἔκοψεν ξύλον ἐκ τοῦ δρυμοῦ, ὃ ἐφύτευσεν κύριος καὶ ὑετὸς ἐμήκυνεν, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: