Livre d'Isaïe
44,2 οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε καὶ ὁ πλάσας σε ἐκ κοιλίας Ἔτι βοηθηθήσῃ, μὴ φοβοῦ, παῖς μου Ιακωβ καὶ ὁ ἠγαπημένος Ισραηλ, ὃν ἐξελεξάμην· ( ) 44,3 ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου, ( ) 44,4 καὶ ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ. ( ) 44,5 οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ιακωβ, καὶ ἕτερος ἐπιγράψει Τοῦ θεοῦ εἰμι, ἐπὶ τῷ ὀνόματι Ισραηλ. ( ) 44,6 Οὕτως λέγει ὁ θεὸς ὁ βασιλεὺς τοῦ Ισραηλ ὁ ῥυσάμενος αὐτὸν θεὸς σαβαωθ Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστιν θεός. ( )

44,7 τίς ὥσπερ ἐγώ., στήτω καλεσάτω καὶ ἑτοιμασάτω μοι ἀφ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν.


( )
44,8 μὴ παρακαλύπτεσθε· οὐκ ἀπ ἀρχῆς ἠνωτίσασθε καὶ ἀπήγγειλα ὑμῖν., μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ· καὶ οὐκ ἦσαν τότε. ( Ps 84,10 , ) 44,9 οἱ πλάσσοντες καὶ γλύφοντες πάντες μάταιοι οἱ ποιοῦντες τὰ καταθύμια αὐτῶν, ἃ οὐκ ὠφελήσει αὐτούς· ἀλλὰ αἰσχυνθήσονται ( ) 44,10 πάντες οἱ πλάσσοντες θεὸν καὶ γλύφοντες ἀνωφελῆ, ( ) 44,11 καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα, ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα. ( ) 44,12 ὅτι ὤξυνεν τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἔτρησεν αὐτό, εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίῃ ὕδωρ. ἐκλεξάμενος ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: