Livre d'Isaïe
42,25 καὶ ἐπήγαγεν ἐπ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν αὐτοὺς πόλεμος καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ, καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν. ( ) 43,1 Καὶ νῦν οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε, Ιακωβ, ὁ πλάσας σε, Ισραηλ Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε· ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ. ( ) 43,2 καὶ ἐὰν διαβαίνῃς δι ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσίν σε· καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε. ( ) 43,3 ὅτι ἐγὼ κύριος ὁ θεός σου ὁ ἅγιος Ισραηλ ὁ σῴζων σε· ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Σοήνην ὑπὲρ σοῦ. ( ) 43,4 ἀφ οὗ ἔντιμος ἐγένου ἐναντίον μου, ἐδοξάσθης, κἀγώ σε ἠγάπησα· καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. ( )

43,5 μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμῶν συνάξω σε.


3684 Bible des peuples sur verset 2018-12-22: Il est clair ici que la dispersion d’Israël ne se limite pas à la déportation à Babylone : il y a des Juifs dans tous les pays. Même s’ils y sont partis de leur plein gré, peut-être attirés par l’espoir d’y survivre dans de meilleures conditions, tout doit aboutir à une réunion des enfants de Dieu dispersés. Jean donnera un sens nouveau à cette aspiration (Jean 11.52).

( )
43,6 ἐρῶ τῷ βορρᾷ Ἄγε, καὶ τῷ λιβί Μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωθεν καὶ τὰς θυγατέρας μου ἀπ ἄκρων τῆς γῆς, ( ) 43,7 πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου. ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα καὶ ἐποίησα αὐτόν· ( ) 43,8 καὶ ἐξήγαγον λαὸν τυφλόν, καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως τυφλοί, καὶ κωφοὶ τὰ ὦτα ἔχοντες. ( ) 43,9 πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα., ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν., ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. ( ) 43,10 γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι, ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ ἐμὲ οὐκ ἔσται· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: