Livre d'Isaïe
42,21 κύριος ὁ θεὸς ἐβούλετο ἵνα δικαιωθῇ καὶ μεγαλύνῃ αἴνεσιν. καὶ εἶδον, ( ) 42,22 καὶ ἐγένετο ὁ λαὸς πεπρονομευμένος καὶ διηρπασμένος· ἡ γὰρ παγὶς ἐν τοῖς ταμιείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα, ὅπου ἔκρυψαν αὐτούς, ἐγένοντο εἰς προνομήν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων Ἀπόδος. ( ) 42,23 τίς ἐν ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα, εἰσακούσεται εἰς τὰ ἐπερχόμενα., ( ) 42,24 τίς ἔδωκεν εἰς διαρπαγὴν Ιακωβ καὶ Ισραηλ τοῖς προνομεύουσιν αὐτόν., οὐχὶ ὁ θεός, ᾧ ἡμάρτοσαν αὐτῷ καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ., ( ) 42,25 καὶ ἐπήγαγεν ἐπ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν αὐτοὺς πόλεμος καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ, καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν. ( )

43,1 Καὶ νῦν οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε, Ιακωβ, ὁ πλάσας σε, Ισραηλ Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε· ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ.


20181 Bible des Peuples sur titre chapitre 2023-11-11: Israël reviendra de l'Exil

3682 Bible des peuples sur titre chapitre 2018-12-22: Dieu continue de présenter des témoignages (comme Jésus fera dans les discours de l’Évangile de Jean). Ce chapitre rappelle la sortie d’Égypte et le passage de la mer ; l’Exode introduit une donnée du rachat : Dieu rachetant les premiers-nés de son peuple.

( )
43,2 καὶ ἐὰν διαβαίνῃς δι ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσίν σε· καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε. ( ) 43,3 ὅτι ἐγὼ κύριος ὁ θεός σου ὁ ἅγιος Ισραηλ ὁ σῴζων σε· ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Σοήνην ὑπὲρ σοῦ. ( ) 43,4 ἀφ οὗ ἔντιμος ἐγένου ἐναντίον μου, ἐδοξάσθης, κἀγώ σε ἠγάπησα· καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. ( ) 43,5 μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμῶν συνάξω σε. ( ) 43,6 ἐρῶ τῷ βορρᾷ Ἄγε, καὶ τῷ λιβί Μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωθεν καὶ τὰς θυγατέρας μου ἀπ ἄκρων τῆς γῆς, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 3 document(s) de référence: Catéchisme de l'Eglise Catholique § 287, , § 2158 , § 2167