Livre d'Isaïe
42,13 κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος. ( ) 42,14 ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι., ἐκαρτέρησα ὡς ἡ τίκτουσα, ἐκστήσω καὶ ξηρανῶ ἅμα. ( ) 42,15 καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ. ( ) 42,16 καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους, οὓς οὐκ ᾔδεισαν, πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν· ταῦτα τὰ ῥήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω αὐτούς. ( ) 42,17 αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω· αἰσχύνθητε αἰσχύνην, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς οἱ λέγοντες τοῖς χωνευτοῖς Ὑμεῖς ἐστε θεοὶ ἡμῶν. ( )

42,18 Οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν.


20180 Bible des Peuples sur titre chapitre 2023-11-11: Comprenez les épreuves passées

20179 Bible des Peuples sur titre chapitre 2023-11-11: Qu'Israël comprenne sa mission et son avenir

( )
42,19 καὶ τίς τυφλὸς ἀλλ ἢ οἱ παῖδές μου καὶ κωφοὶ ἀλλ ἢ οἱ κυριεύοντες αὐτῶν., καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ. ( ) 42,20 εἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνοιγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. ( ) 42,21 κύριος ὁ θεὸς ἐβούλετο ἵνα δικαιωθῇ καὶ μεγαλύνῃ αἴνεσιν. καὶ εἶδον, ( ) 42,22 καὶ ἐγένετο ὁ λαὸς πεπρονομευμένος καὶ διηρπασμένος· ἡ γὰρ παγὶς ἐν τοῖς ταμιείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα, ὅπου ἔκρυψαν αὐτούς, ἐγένοντο εἰς προνομήν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων Ἀπόδος. ( ) 42,23 τίς ἐν ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα, εἰσακούσεται εἰς τὰ ἐπερχόμενα., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: