Livre d'Isaïe
42,6 ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν ( ) 42,7 ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. ( ) 42,8 ἐγὼ κύριος ὁ θεός, τοῦτό μού ἐστιν τὸ ὄνομα· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. ( ) 42,9 τὰ ἀπ ἀρχῆς ἰδοὺ ἥκασιν, καὶ καινὰ ἃ ἐγὼ ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀνατεῖλαι ἐδηλώθη ὑμῖν. ( ) 42,10 Ὑμνήσατε τῷ κυρίῳ ὕμνον καινόν, ἡ ἀρχὴ αὐτοῦ· δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς. ( )

42,11 εὐφράνθητι, ἔρημος καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδαρ· εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν, ἀπ ἄκρων τῶν ὀρέων βοήσουσιν·


( )
42,12 δώσουσιν τῷ θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν. ( ) 42,13 κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος. ( ) 42,14 ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι., ἐκαρτέρησα ὡς ἡ τίκτουσα, ἐκστήσω καὶ ξηρανῶ ἅμα. ( ) 42,15 καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ. ( ) 42,16 καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους, οὓς οὐκ ᾔδεισαν, πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν· ταῦτα τὰ ῥήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω αὐτούς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: