Livre d'Isaïe
41,19 θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην, ( ) 41,20 ἵνα ἴδωσιν καὶ γνῶσιν καὶ ἐννοηθῶσιν καὶ ἐπιστῶνται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα πάντα καὶ ὁ ἅγιος τοῦ Ισραηλ κατέδειξεν. ( ) 41,21 Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει κύριος ὁ θεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ιακωβ. ( ) 41,22 ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεθα τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν. ( ) 41,23 ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε· εὖ ποιήσατε καὶ κακώσατε, καὶ θαυμασόμεθα καὶ ὀψόμεθα ἅμα· ( )

41,24 ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν., ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς.


( )
41,25 ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀφ ἡλίου ἀνατολῶν, κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηθήσεσθε. ( ) 41,26 τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν, καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν., οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους. ( ) 41,27 ἀρχὴν Σιων δώσω καὶ Ιερουσαλημ παρακαλέσω εἰς ὁδόν. ( ) 41,28 ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐδείς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτούς Πόθεν ἐστέ, οὐ μὴ ἀποκριθῶσίν μοι. ( ) 41,29 εἰσὶν γὰρ οἱ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: