Livre d'Isaïe
41,15 ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς, καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνοὺς καὶ ὡς χνοῦν θήσεις· ( ) 41,16 καὶ λικμήσεις, καὶ ἄνεμος λήμψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς, σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ισραηλ. καὶ ἀγαλλιάσονται ( ) 41,17 οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς· ζητήσουσιν γὰρ ὕδωρ, καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη· ἐγὼ κύριος ὁ θεός, ἐγὼ ἐπακούσομαι, ὁ θεὸς Ισραηλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς, ( ) 41,18 ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἰς ἕλη καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς, ( ) 41,19 θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην, ( )

41,20 ἵνα ἴδωσιν καὶ γνῶσιν καὶ ἐννοηθῶσιν καὶ ἐπιστῶνται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα πάντα καὶ ὁ ἅγιος τοῦ Ισραηλ κατέδειξεν.


( )
41,21 Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει κύριος ὁ θεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ιακωβ. ( ) 41,22 ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεθα τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν. ( ) 41,23 ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε· εὖ ποιήσατε καὶ κακώσατε, καὶ θαυμασόμεθα καὶ ὀψόμεθα ἅμα· ( ) 41,24 ὅτι πόθεν ἐστὲ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν., ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς. ( ) 41,25 ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀφ ἡλίου ἀνατολῶν, κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηθήσεσθε. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: