Livre d'Isaïe
39,6 Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν· εἶπεν δὲ ὁ θεὸς ( ) 39,7 ὅτι καὶ ἀπὸ τῶν τέκνων σου, ὧν ἐγέννησας, λήμψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων. ( ) 39,8 καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν Ἀγαθὸς ὁ λόγος κυρίου, ὃν ἐλάλησεν· γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου. ( ) 40,1 Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ θεός. ( ) 40,2 ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ιερουσαλημ, παρακαλέσατε αὐτήν· ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία· ὅτι ἐδέξατο ἐκ χειρὸς κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. ( )

40,3 φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν·


( Mc 1,3 , )
40,4 πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς πεδία· ( ) 40,5 καὶ ὀφθήσεται ἡ δόξα κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ· ὅτι κύριος ἐλάλησεν. ( ) 40,6 φωνὴ λέγοντος Βόησον· καὶ εἶπα Τί βοήσω., Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ( ) 40,7 ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν, ( ) 40,8 τὸ δὲ ῥῆμα τοῦ θεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα. ( )



trouve dans 1 passage(s): Bénédictions,
trouve dans 1 liturgie(s): Dimanche-2-Avent annee B,
trouve dans 0 document(s) de référence: