Livre d'Isaïe
39,1 Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχ υἱὸς τοῦ Λααδαν ὁ βασιλεὺς τῆς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα Εζεκια· ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη. ( ) 39,2 καὶ ἐχάρη ἐπ αὐτοῖς Εζεκιας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωθα καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ τοῦ μύρου καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης καὶ πάντα, ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ· καὶ ( ) 39,3 καὶ ἦλθεν Ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι καὶ πόθεν ἥκασιν πρὸς σέ., καὶ εἶπεν Εζεκιας Ἐκ γῆς πόρρωθεν ἥκασιν πρός με, ἐκ Βαβυλῶνος. ( ) 39,4 καὶ εἶπεν Ησαιας Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου., καὶ εἶπεν Εζεκιας Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου. ( ) 39,5 καὶ εἶπεν αὐτῷ Ησαιας Ἄκουσον τὸν λόγον κυρίου σαβαωθ ( )

39,6 Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν· εἶπεν δὲ ὁ θεὸς


3666 Bible des peuples sur verset 2018-12-22: Rien n’empêche qu’Isaïe ait annoncé la ruine de Jérusalem par Nabukodonosor et les Babyloniens (ou : les Chaldéens) un siècle plus tard. Pourtant, c’est l’un des endroits où l’on soupçonnerait, peut-être bien à tort, que les éditeurs du livre d’Isaïe ont voulu placer une prophétie qui fasse la jonction entre la première partie du livre et les chapitres 40—55. Ézékias, toujours à la recherche d’appuis face à l’Assyrie (car on ne peut nier qu’il ait été persévérant dans sa volonté de résister au plus fort) n’a pas manqué de bien recevoir les offres de Mérodac-Baladan en un temps où Babylone était soumise comme les autres aux souverains assyriens. Mais entre opprimés et oppresseurs la frontière change vite et bien souvent Dieu se charge de faire échouer la diplomatie de son peuple.

( )
39,7 ὅτι καὶ ἀπὸ τῶν τέκνων σου, ὧν ἐγέννησας, λήμψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων. ( ) 39,8 καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν Ἀγαθὸς ὁ λόγος κυρίου, ὃν ἐλάλησεν· γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου. ( ) 40,1 Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ θεός. ( ) 40,2 ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ιερουσαλημ, παρακαλέσατε αὐτήν· ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία· ὅτι ἐδέξατο ἐκ χειρὸς κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. ( ) 40,3 φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν· ( Mc 1,3 , )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: