Livre d'Isaïe
38,5 Πορεύθητι καὶ εἰπὸν Εζεκια Τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ τοῦ πατρός σου Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε· ( ) 38,6 καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ. ( ) 38,7 τοῦτο δέ σοι τὸ σημεῖον παρὰ κυρίου ὅτι ὁ θεὸς ποιήσει τὸ ῥῆμα τοῦτο· ( ) 38,8 τὴν σκιὰν τῶν ἀναβαθμῶν, οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς. καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμούς, οὓς κατέβη ἡ σκιά. ( ) 38,9 Προσευχὴ Εζεκιου βασιλέως τῆς Ιουδαίας, ἡνίκα ἐμα λακίσθη καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ. ( )

38,10 Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα.


( )
38,11 εἶπα Οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς, οὐκέτι μὴ ἴδω ἄνθρωπον ( ) 38,12 ἐκ τῆς συγγενείας μου. κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου· ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπ ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, τὸ πνεῦμά μου παρ ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ( ) 38,13 ἕως πρωὶ ὡς λέοντι· οὕτως τὰ ὀστᾶ μου συνέτριψεν, ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην. ( ) 38,14 ὡς χελιδών, οὕτως φωνήσω, καὶ ὡς περιστερά, οὕτως μελετήσω· ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον, ὃς ἐξείλατό με ( ) 38,15 καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: