Livre d'Isaïe
38,2 καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ προσηύξατο πρὸς κύριον ( ) 38,3 λέγων Μνήσθητι, κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδίᾳ ἀληθινῇ καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Εζεκιας κλαυθμῷ μεγάλῳ. ( ) 38,4 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ησαιαν λέγων ( ) 38,5 Πορεύθητι καὶ εἰπὸν Εζεκια Τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ τοῦ πατρός σου Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε· ( ) 38,6 καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ. ( )

38,7 τοῦτο δέ σοι τὸ σημεῖον παρὰ κυρίου ὅτι ὁ θεὸς ποιήσει τὸ ῥῆμα τοῦτο·


( )
38,8 τὴν σκιὰν τῶν ἀναβαθμῶν, οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς. καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμούς, οὓς κατέβη ἡ σκιά. ( ) 38,9 Προσευχὴ Εζεκιου βασιλέως τῆς Ιουδαίας, ἡνίκα ἐμα λακίσθη καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ. ( ) 38,10 Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα. ( ) 38,11 εἶπα Οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς, οὐκέτι μὴ ἴδω ἄνθρωπον ( ) 38,12 ἐκ τῆς συγγενείας μου. κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου· ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπ ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, τὸ πνεῦμά μου παρ ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: