Livre d'Isaïe
37,22 οὗτος ὁ λόγος, ὃν ἐλάλησεν περὶ αὐτοῦ ὁ θεός Ἐφαύλισέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σιων, ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν θυγάτηρ Ιερουσαλημ. ( ) 37,23 τίνα ὠνείδισας καὶ παρώξυνας., ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου., καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ισραηλ. ( ) 37,24 ὅτι δι ἀγγέλων ὠνείδισας κύριον· σὺ γὰρ εἶπας Τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ ( ) 37,25 καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος. ( ) 37,26 οὐ ταῦτα ἤκουσας πάλαι, ἃ ἐγὼ ἐποίησα., ἐξ ἀρχαίων ἡμερῶν συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς· ( )

37,27 ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις.


( )
37,28 νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι· ( ) 37,29 ὁ δὲ θυμός σου, ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρός με, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου καὶ ἀποστρέψω σε τῇ ὁδῷ, ᾗ ἦλθες ἐν αὐτῇ. ( ) 37,30 τοῦτο δέ σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. ( ) 37,31 καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Ιουδαίᾳ φυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω. ( ) 37,32 ὅτι ἐξ Ιερουσαλημ ἐξελεύσονται οἱ καταλελειμμένοι καὶ οἱ σῳζόμενοι ἐξ ὄρους Σιων· ὁ ζῆλος κυρίου σαβαωθ ποιήσει ταῦτα. ( )



trouve dans 1 passage(s): Guerres du roi assyrien 701 et 690,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: