Livre d'Isaïe
37,15 καὶ προσεύξατο Εζεκιας πρὸς κύριον λέγων ( ) 37,16 Κύριε σαβαωθ ὁ θεὸς Ισραηλ ὁ καθήμενος ἐπὶ τῶν χερουβιν, σὺ θεὸς μόνος εἶ πάσης βασιλείας τῆς οἰκουμένης, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. ( ) 37,17 εἰσάκουσον, κύριε, εἴσβλεψον, κύριε, καὶ ἰδὲ τοὺς λόγους, οὓς ἀπέστειλεν Σενναχηριμ ὀνειδίζειν θεὸν ζῶντα. ( ) 37,18 ἐπ ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν ( ) 37,19 καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ, οὐ γὰρ θεοὶ ἦσαν ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι, καὶ ἀπώλεσαν αὐτούς. ( )

37,20 σὺ δέ, κύριε ὁ θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ ὁ θεὸς μόνος.


( )
37,21 Καὶ ἀπεστάλη Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν καὶ εἶπεν αὐτῷ Τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Ἤκουσα ἃ προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως Ἀσσυρίων. ( ) 37,22 οὗτος ὁ λόγος, ὃν ἐλάλησεν περὶ αὐτοῦ ὁ θεός Ἐφαύλισέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σιων, ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν θυγάτηρ Ιερουσαλημ. ( ) 37,23 τίνα ὠνείδισας καὶ παρώξυνας., ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου., καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ισραηλ. ( ) 37,24 ὅτι δι ἀγγέλων ὠνείδισας κύριον· σὺ γὰρ εἶπας Τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ ( ) 37,25 καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος. ( )



trouve dans 1 passage(s): Guerres du roi assyrien 701 et 690,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: