Livre de l'Exode
25,37 καὶ ποιήσεις τοὺς λύχνους αὐτῆς ἑπτά· καὶ ἐπιθήσεις τοὺς λύχνους, καὶ φανοῦσιν ἐκ τοῦ ἑνὸς προσώπου. ( ) 25,38 καὶ τὸν ἐπαρυστῆρα αὐτῆς καὶ τὰ ὑποθέματα αὐτῆς ἐκ χρυσίου καθαροῦ ποιήσεις. ( ) 25,39 πάντα τὰ σκεύη ταῦτα τάλαντον χρυσίου καθαροῦ. ( ) 25,40 ὅρα ποιήσεις κατὰ τὸν τύπον τὸν δεδειγμένον σοι ἐν τῷ ὄρει. ( ) 26,1 Καὶ τὴν σκηνὴν ποιήσεις δέκα αὐλαίας ἐκ βύσσου κεκλωσμένης καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου· χερουβιμ ἐργασίᾳ ὑφάντου ποιήσεις αὐτάς. ( )

26,2 μῆκος τῆς αὐλαίας τῆς μιᾶς ὀκτὼ καὶ εἴκοσι πήχεων καὶ εὖρος τεσσάρων πήχεων ἡ αὐλαία ἡ μία ἔσται· μέτρον τὸ αὐτὸ ἔσται πάσαις ταῖς αὐλαίαις.


( )
26,3 πέντε δὲ αὐλαῖαι ἔσονται ἐξ ἀλλήλων ἐχόμεναι ἡ ἑτέρα ἐκ τῆς ἑτέρας, καὶ πέντε αὐλαῖαι ἔσονται συνεχόμεναι ἑτέρα τῇ ἑτέρᾳ. ( ) 26,4 καὶ ποιήσεις αὐταῖς ἀγκύλας ὑακινθίνας ἐπὶ τοῦ χείλους τῆς αὐλαίας τῆς μιᾶς ἐκ τοῦ ἑνὸς μέρους εἰς τὴν συμβολὴν καὶ οὕτως ποιήσεις ἐπὶ τοῦ χείλους τῆς αὐλαίας τῆς ἐξωτέρας πρὸς τῇ συμβολῇ τῇ δευτέρᾳ. ( ) 26,5 πεντήκοντα ἀγκύλας ποιήσεις τῇ αὐλαίᾳ τῇ μιᾷ καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐκ τοῦ μέρους τῆς αὐλαίας κατὰ τὴν συμβολὴν τῆς δευτέρας· ἀντιπρόσωποι ἀντιπίπτουσαι ἀλλήλαις εἰς ἑκάστην. ( ) 26,6 καὶ ποιήσεις κρίκους πεντήκοντα χρυσοῦς καὶ συνάψεις τὰς αὐλαίας ἑτέραν τῇ ἑτέρᾳ τοῖς κρίκοις, καὶ ἔσται ἡ σκηνὴ μία. – ( ) 26,7 καὶ ποιήσεις δέρρεις τριχίνας σκέπην ἐπὶ τῆς σκηνῆς· ἕνδεκα δέρρεις ποιήσεις αὐτάς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: