Livre d'Isaïe
36,3 καὶ ἐξῆλθεν πρὸς αὐτὸν Ελιακιμ ὁ τοῦ Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωαχ ὁ τοῦ Ασαφ ὁ ὑπομνηματογράφος. ( 2R 18,18 , ) 36,4 καὶ εἶπεν αὐτοῖς Ραψακης Εἴπατε Εζεκια Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τί πεποιθὼς εἶ., ( ) 36,5 μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται., καὶ νῦν ἐπὶ τίνι πέποιθας ὅτι ἀπειθεῖς μοι., ( ) 36,6 ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ Αἴγυπτον· ὃς ἂν ἐπ αὐτὴν ἐπιστηρισθῇ, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶν Φαραω βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ αὐτῷ. ( ) 36,7 εἰ δὲ λέγετε Ἐπὶ κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν, ( )

36,8 νῦν μείχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ αὐτούς.


( )
36,9 καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός., οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ Αἰγυπτίοις εἰς ἵππον καὶ ἀναβάτην. ( ) 36,10 καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν., ( ) 36,11 καὶ εἶπεν πρὸς αὐτὸν Ελιακιμ καὶ Σομνας καὶ Ιωαχ Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς Ιουδαιστί· καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων τῶν ἐπὶ τῷ τείχει., ( ) 36,12 καὶ εἶπεν Ραψακης πρὸς αὐτούς Μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους., οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσιν κόπρον καὶ πίωσιν οὖρον μεθ ὑμῶν ἅμα., ( ) 36,13 καὶ ἔστη Ραψακης καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ιουδαιστὶ καὶ εἶπεν Ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου βασιλέως Ἀσσυρίων ( )



trouve dans 1 passage(s): Guerres du roi assyrien 701 et 690,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: