Livre d'Isaïe
36,2 καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων Ραψακην ἐκ Λαχις εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα Εζεκιαν μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. ( 2R 18,17 , ) 36,3 καὶ ἐξῆλθεν πρὸς αὐτὸν Ελιακιμ ὁ τοῦ Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωαχ ὁ τοῦ Ασαφ ὁ ὑπομνηματογράφος. ( 2R 18,18 , ) 36,4 καὶ εἶπεν αὐτοῖς Ραψακης Εἴπατε Εζεκια Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τί πεποιθὼς εἶ., ( ) 36,5 μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται., καὶ νῦν ἐπὶ τίνι πέποιθας ὅτι ἀπειθεῖς μοι., ( ) 36,6 ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ Αἴγυπτον· ὃς ἂν ἐπ αὐτὴν ἐπιστηρισθῇ, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶν Φαραω βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ αὐτῷ. ( )

36,7 εἰ δὲ λέγετε Ἐπὶ κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν,


3657 Bible des peuples sur verset 2018-12-22: Il y a tout à parier que ce petit couplet n’est pas du général assyrien. C’est le procédé du “Vous me direz” qui nous sert à retenir l’auditeur ; on lui prête des questions qu’il ne se posait pas dans le seul but de lui faire absorber des considérations que nous voulions placer à toute force. Ici le rédacteur du texte, imbu des prescriptions du Deutéronome, rappelle à ses lecteurs que Yahvé ne pouvait qu’approuver la destruction des lieux de culte hors de Jérusalem.

( )
36,8 νῦν μείχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ αὐτούς. ( ) 36,9 καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός., οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ Αἰγυπτίοις εἰς ἵππον καὶ ἀναβάτην. ( ) 36,10 καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν., ( ) 36,11 καὶ εἶπεν πρὸς αὐτὸν Ελιακιμ καὶ Σομνας καὶ Ιωαχ Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς Ιουδαιστί· καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων τῶν ἐπὶ τῷ τείχει., ( ) 36,12 καὶ εἶπεν Ραψακης πρὸς αὐτούς Μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους., οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσιν κόπρον καὶ πίωσιν οὖρον μεθ ὑμῶν ἅμα., ( )



trouve dans 1 passage(s): Guerres du roi assyrien 701 et 690,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: