Livre d'Isaïe
33,18 ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον· ποῦ εἰσιν οἱ γραμματικοί., ποῦ εἰσιν οἱ συμβουλεύοντες., ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς τρεφομένους ( ) 33,19 μικρὸν καὶ μέγαν λαόν., ᾧ οὐ συνεβουλεύσαντο οὐδὲ ᾔδει βαθύφωνον ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστιν τῷ ἀκούοντι σύνεσις. ( ) 33,20 ἰδοὺ Σιων ἡ πόλις τὸ σωτήριον ἡμῶν· οἱ ὀφθαλμοί σου ὄψονται Ιερουσαλημ, πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῶσιν. ( ) 33,21 ὅτι τὸ ὄνομα κυρίου μέγα ὑμῖν· τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι· οὐ πορεύσῃ ταύτην τὴν ὁδόν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον. ( ) 33,22 ὁ γὰρ θεός μου μέγας ἐστίν, οὐ παρελεύσεταί με κύριος· κριτὴς ἡμῶν κύριος, ἄρχων ἡμῶν κύριος, βασιλεὺς ἡμῶν κύριος, οὗτος ἡμᾶς σώσει. ( )

33,23 ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν· ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία· οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἰς προνομήν· τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν.


3650 Bible des peuples sur verset 2018-12-22: Les versets 23 et 24a semblent bien viser par contraste l’armée mise en déroute devant Jérusalem ; ils interrompent la pensée car le verset 22 préparait la finale : Le peuple qui habite ici est pardonné de tous ses péchés. Cette finale donnait leur vrai sens à toutes les promesses antérieures : le pardon des péchés est toujours la grande inquiétude de la Bible et c’est de lui que parleront les premières prédications apostoliques, aussi bien de Pierre (Actes 2.38) que de Paul (Actes 13.38) et de Jean (1Jean 2.2).

( )
33,24 καὶ οὐ μὴ εἴπῃ Κοπιῶ ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτοῖς· ἀφέθη γὰρ αὐτοῖς ἡ ἁμαρτία. ( ) 34,1 Προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες· ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ, ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ. ( ) 34,2 διότι θυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν. ( ) 34,3 οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν. ( ) 34,4 καὶ ἑλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς. ( Mc 13,24 , )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: