Livre d'Isaïe
28,25 οὐχ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, τότε σπείρει μικρὸν μελάνθιον καὶ κύμινον καὶ πάλιν σπείρει πυρὸν καὶ κριθὴν καὶ ζέαν ἐν τοῖς ὁρίοις σου., ( ) 28,26 καὶ παιδευθήσῃ κρίματι θεοῦ σου καὶ εὐφρανθήσῃ. ( ) 28,27 οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον, ἀλλὰ ῥάβδῳ ἐκτινάσσεται τὸ μελάνθιον, τὸ δὲ κύμινον ( ) 28,28 μετὰ ἄρτου βρωθήσεται. οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. ( ) 28,29 καὶ ταῦτα παρὰ κυρίου σαβαωθ ἐξῆλθεν τὰ τέρατα· βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν. ( )

29,1 Οὐαὶ πόλις Αριηλ, ἣν Δαυιδ ἐπολέμησεν· συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ ἐνιαυτόν, φάγεσθε γὰρ σὺν Μωαβ.


20144 Bible des Peuples sur titre chapitre 2023-11-11: Siège et libération de Jérusalem.

3632 Bible des peuples sur verset 2018-12-22: Ariel est Jérusalem, la cité devant laquelle David vint planter ses tentes pour s’en emparer (2Samuel 5.6). Le nom peut être interprété : Lion de Dieu, faisant référence à David, ou comme Brasier (pour les sacrifices) de Dieu. Mais l’ancien nom de Jérusalem peut avoir été Uruel, ou cité de Dieu, avant d’être Urusalem, cité du dieu Salem.

( )
29,2 ἐκθλίψω γὰρ Αριηλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ τὸ πλοῦτος ἐμοί. ( ) 29,3 καὶ κυκλώσω ὡς Δαυιδ ἐπὶ σὲ καὶ βαλῶ περὶ σὲ χάρακα καὶ θήσω περὶ σὲ πύργους, ( ) 29,4 καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται· καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ τῆς γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει. ( ) 29,5 καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν καὶ ὡς χνοῦς φερόμενος, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα ( ) 29,6 παρὰ κυρίου σαβαωθ· ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης, καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: