Livre d'Isaïe
24,9 ᾐσχύνθησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σικερα τοῖς πίνουσιν. ( ) 24,10 ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν. ( ) 24,11 ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ· πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς. ( ) 24,12 καὶ καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται. ( ) 24,13 ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν, ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς, καὶ ἐὰν παύσηται ὁ τρύγητος. ( )

24,14 οὗτοι φωνῇ βοήσονται, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου. ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης·


3619 Bible des peuples sur verset 2018-12-22: Qui élève la voix en 24.14 ? Des païens convertis qui viennent célébrer Yahvé au temple de Jérusalem, ou des Juifs de la diaspora qui sont ses témoins aux îles d’Occident, dans le monde méditerranéen ?

( )
24,15 διὰ τοῦτο ἡ δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα κυρίου ἔνδοξον ἔσται Κύριε ὁ θεὸς Ισραηλ. ( ) 24,16 ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν Ἐλπὶς τῷ εὐσεβεῖ. καὶ ἐροῦσιν Οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες τὸν νόμον. ( ) 24,17 φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς· ( ) 24,18 καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον, ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος, ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς. ( ) 24,19 ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: