Livre d'Isaïe
23,10 ἐργάζου τὴν γῆν σου, καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος. ( ) 23,11 ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν, ἡ παροξύνουσα βασιλεῖς· κύριος σαβαωθ ἐνετείλατο περὶ Χανααν ἀπολέσαι αὐτῆς τὴν ἰσχύν. ( ) 23,12 καὶ ἐροῦσιν Οὐκέτι μὴ προσθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σιδῶνος· καὶ ἐὰν ἀπέλθῃς εἰς Κιτιεῖς, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται· ( ) 23,13 καὶ εἰς γῆν Χαλδαίων, καὶ αὕτη ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται, ὅτι ὁ τοῖχος αὐτῆς πέπτωκεν. ( ) 23,14 ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμῶν. ( )

23,15 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταλειφθήσεται Τύρος ἔτη ἑβδομήκοντα ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνθρώπου· καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἔσται Τύρος ὡς ᾆσμα πόρνης


3616 Bible des peuples sur verset 2018-12-22: Ici, une fois de plus, la prophétie a été revue dans les temps postérieurs qui tenaient à ce que le prophète ait bien décrit ce qui était arrivé. Ces couplets ont été ajoutés en un temps où la ville avait repris son activité, était en paix avec Israël. On continuait de la comparer avec une prostituée car les bénéfices de son commerce international paraissaient de l’argent mal gagné, mais la communauté rebâtie autour de Jérusalem y trouvait son profit.

( )
23,16 Λαβὲ κιθάραν, ῥέμβευσον πόλεις, πόρνη ἐπιλελησμένη· καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται. ( ) 23,17 καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ θεὸς Τύρου, καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαῖον καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης. ( ) 23,18 καὶ ἔσται αὐτῆς ἡ ἐμπορία καὶ ὁ μισθὸς ἅγιον τῷ κυρίῳ· οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς συμβολὴν μνημόσυνον ἔναντι κυρίου. ( ) 24,1 Ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ. ( ) 24,2 καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς καὶ ὁ παῖς ὡς ὁ κύριος καὶ ἡ θεράπαινα ὡς ἡ κυρία, ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν καὶ ὁ δανείζων ὡς ὁ δανειζόμενος καὶ ὁ ὀφείλων ὡς ᾧ ὀφείλει. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: