Livre d'Isaïe
22,23 καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ. ( ) 22,24 καὶ ἔσται πεποιθὼς ἐπ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔσονται ἐπικρεμάμενοι αὐτῷ. ( ) 22,25 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ – τάδε λέγει κύριος σαβαωθ – κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ καὶ πεσεῖται, καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπ αὐτόν, ὅτι κύριος ἐλάλησεν. ( ) 23,1 Τὸ ὅραμα Τύρου. Ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιαίων· ἦκται αἰχμάλωτος. ( ) 23,2 τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ μεταβόλοι Φοινίκης διαπερῶντες τὴν θάλασσαν ( )

23,3 ἐν ὕδατι πολλῷ, σπέρμα μεταβόλων., ὡς ἀμητοῦ εἰσφερομένου οἱ μεταβόλοι τῶν ἐθνῶν.


( )
23,4 αἰσχύνθητι, Σιδών, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν Οὐκ ὤδινον οὐδὲ ἔτεκον οὐδὲ ἐξέθρεψα νεανίσκους οὐδὲ ὕψωσα παρθένους. ( ) 23,5 ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήμψεται αὐτοὺς ὀδύνη περὶ Τύρου. ( ) 23,6 ἀπέλθατε εἰς Καρχηδόνα, ὀλολύξατε, οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ. ( ) 23,7 οὐχ αὕτη ἦν ὑμῶν ἡ ὕβρις ἡ ἀπ ἀρχῆς πρὶν ἢ παραδοθῆναι αὐτήν., ( ) 23,8 τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον., μὴ ἥσσων ἐστὶν ἢ οὐκ ἰσχύει., οἱ ἔμποροι αὐτῆς ἔνδοξοι, ἄρχοντες τῆς γῆς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: