Livre d'Isaïe
21,11 Τὸ ὅραμα τῆς Ιδουμαίας. Πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηιρ Φυλάσσετε ἐπάλξεις. ( ) 21,12 φυλάσσω τὸ πρωὶ καὶ τὴν νύκτα· ἐὰν ζητῇς, ζήτει καὶ παρ ἐμοὶ οἴκει· ( ) 21,13 ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ ἐν τῇ ὁδῷ Δαιδαν. ( ) 21,14 εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμαν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν ( ) 21,15 διὰ τὸ πλῆθος τῶν φευγόντων καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ. ( )

21,16 ὅτι οὕτως εἶπέν μοι κύριος Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδαρ,


3608 Bible des peuples sur verset 2018-12-22: L’année d’un salarié. Non l’année des tâches agricoles mais une année complète. Kedar : des tribus belliqueuses d’Arabie du nord qui se joignaient volontiers aux envahisseurs des petits états de Palestine.

( )
21,17 καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδαρ ἔσται ὀλίγον, διότι κύριος ἐλάλησεν ὁ θεὸς Ισραηλ. ( ) 22,1 Τὸ ῥῆμα τῆς φάραγγος Σιων. Τί ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώματα ( ) 22,2 μάταια., ἐνεπλήσθη ἡ πόλις βοώντων· οἱ τραυματίαι σου οὐ τραυματίαι μαχαίρας, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου. ( ) 22,3 πάντες οἱ ἄρχοντές σου πεφεύγασιν, καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασιν. ( ) 22,4 διὰ τοῦτο εἶπα Ἄφετέ με πικρῶς κλαύσομαι, μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: