Livre d'Isaïe
21,10 ἀκούσατε, οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου σαβαωθ· ὁ θεὸς τοῦ Ισραηλ ἀνήγγειλεν ἡμῖν. ( ) 21,11 Τὸ ὅραμα τῆς Ιδουμαίας. Πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηιρ Φυλάσσετε ἐπάλξεις. ( ) 21,12 φυλάσσω τὸ πρωὶ καὶ τὴν νύκτα· ἐὰν ζητῇς, ζήτει καὶ παρ ἐμοὶ οἴκει· ( ) 21,13 ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ ἐν τῇ ὁδῷ Δαιδαν. ( ) 21,14 εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμαν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν ( )

21,15 διὰ τὸ πλῆθος τῶν φευγόντων καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ.


( )
21,16 ὅτι οὕτως εἶπέν μοι κύριος Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδαρ, ( ) 21,17 καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδαρ ἔσται ὀλίγον, διότι κύριος ἐλάλησεν ὁ θεὸς Ισραηλ. ( ) 22,1 Τὸ ῥῆμα τῆς φάραγγος Σιων. Τί ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώματα ( ) 22,2 μάταια., ἐνεπλήσθη ἡ πόλις βοώντων· οἱ τραυματίαι σου οὐ τραυματίαι μαχαίρας, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου. ( ) 22,3 πάντες οἱ ἄρχοντές σου πεφεύγασιν, καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασιν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: