Livre d'Isaïe
21,4 ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον. ( ) 21,5 ἑτοίμασον τὴν τράπεζαν· πίετε, φάγετε· ἀναστάντες, οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς. ( ) 21,6 ὅτι οὕτως εἶπεν κύριος πρός με Βαδίσας σεαυτῷ στῆσον σκοπὸν καὶ ὃ ἂν ἴδῃς ἀνάγγειλον· ( ) 21,7 καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο, ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου. ἀκρόασαι ἀκρόασιν πολλὴν ( ) 21,8 καὶ κάλεσον Ουριαν εἰς τὴν σκοπιὰν κυρίου. καὶ εἶπεν Ἔστην διὰ παντὸς ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἔστην ὅλην τὴν νύκτα, ( )

21,9 καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος. καὶ ἀποκριθεὶς εἶπεν Πέπτωκεν Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν.


( )
21,10 ἀκούσατε, οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου σαβαωθ· ὁ θεὸς τοῦ Ισραηλ ἀνήγγειλεν ἡμῖν. ( ) 21,11 Τὸ ὅραμα τῆς Ιδουμαίας. Πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηιρ Φυλάσσετε ἐπάλξεις. ( ) 21,12 φυλάσσω τὸ πρωὶ καὶ τὴν νύκτα· ἐὰν ζητῇς, ζήτει καὶ παρ ἐμοὶ οἴκει· ( ) 21,13 ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ ἐν τῇ ὁδῷ Δαιδαν. ( ) 21,14 εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμαν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: