Livre d'Isaïe
20,6 καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, οἳ οὐκ ἐδύναντο σωθῆναι ἀπὸ βασιλέως Ασσυρίων· καὶ πῶς ἡμεῖς σωθησόμεθα., ( ) 21,1 Τὸ ὅραμα τῆς ἐρήμου. Ὡς καταιγὶς δι ἐρήμου διέλθοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς, φοβερὸν ( ) 21,2 τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. ὁ ἀθετῶν ἀθετεῖ, ὁ ἀνομῶν ἀνομεῖ. ἐπ ἐμοὶ οἱ Αιλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ ἐμὲ ἔρχονται. νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν. ( ) 21,3 διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσπούδασα τὸ μὴ βλέπειν. ( ) 21,4 ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον. ( )

21,5 ἑτοίμασον τὴν τράπεζαν· πίετε, φάγετε· ἀναστάντες, οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς.


( )
21,6 ὅτι οὕτως εἶπεν κύριος πρός με Βαδίσας σεαυτῷ στῆσον σκοπὸν καὶ ὃ ἂν ἴδῃς ἀνάγγειλον· ( ) 21,7 καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο, ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου. ἀκρόασαι ἀκρόασιν πολλὴν ( ) 21,8 καὶ κάλεσον Ουριαν εἰς τὴν σκοπιὰν κυρίου. καὶ εἶπεν Ἔστην διὰ παντὸς ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἔστην ὅλην τὴν νύκτα, ( ) 21,9 καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος. καὶ ἀποκριθεὶς εἶπεν Πέπτωκεν Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν. ( ) 21,10 ἀκούσατε, οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου σαβαωθ· ὁ θεὸς τοῦ Ισραηλ ἀνήγγειλεν ἡμῖν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: