Livre d'Isaïe
20,1 Τοῦ ἔτους οὗ εἰσῆλθεν Ταναθαν εἰς Ἄζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Αρνα βασιλέως Ἀσσυρίων καὶ ἐπολέμησεν τὴν Ἄζωτον καὶ κατελάβετο αὐτήν, ( ) 20,2 τότε ἐλάλησεν κύριος πρὸς Ησαιαν λέγων Πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου· καὶ ἐποίησεν οὕτως πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος. ( Mc 11,14 , ) 20,3 καὶ εἶπεν κύριος Ὃν τρόπον πεπόρευται Ησαιας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν· ( ) 20,4 ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου. ( ) 20,5 καὶ αἰσχυνθήσονται ἡττηθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι, ἦσαν γὰρ αὐτοῖς δόξα. ( )

20,6 καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, οἳ οὐκ ἐδύναντο σωθῆναι ἀπὸ βασιλέως Ασσυρίων· καὶ πῶς ἡμεῖς σωθησόμεθα.,


( )
21,1 Τὸ ὅραμα τῆς ἐρήμου. Ὡς καταιγὶς δι ἐρήμου διέλθοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς, φοβερὸν ( ) 21,2 τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. ὁ ἀθετῶν ἀθετεῖ, ὁ ἀνομῶν ἀνομεῖ. ἐπ ἐμοὶ οἱ Αιλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ ἐμὲ ἔρχονται. νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν. ( ) 21,3 διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσπούδασα τὸ μὴ βλέπειν. ( ) 21,4 ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον. ( ) 21,5 ἑτοίμασον τὴν τράπεζαν· πίετε, φάγετε· ἀναστάντες, οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: