Livre d'Isaïe
16,10 καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου, καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ. ( ) 16,11 διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωαβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος, ὃ ἐνεκαίνισας. ( ) 16,12 καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασεν Μωαβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν. ( ) 16,13 Τοῦτο τὸ ῥῆμα, ὃ ἐλάλησεν κύριος ἐπὶ Μωαβ, ὁπότε καὶ ἐλάλησεν. ( ) 16,14 καὶ νῦν λέγω Ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωαβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος. ( )

17,1 Τὸ ῥῆμα τὸ κατὰ Δαμασκοῦ. Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν,


20122 Bible des Peuples sur titre chapitre 2023-11-11: Prophétie contre Damas

3596 Bible des peuples sur verset 2018-12-22: La campagne assyrienne a eu raison des Araméens de Damas, d’ici peu les Assyriens reviendront pour en terminer avec le royaume d’Israël. Voir Osée 9.11 et 10.5 qui nous parlent de la gloire d’Éphraïm. Le taureau qu’on y vénérait et qui représentait Yahvé faisait partie de cette gloire, mais sans doute utilisait-on plus largement ce mot en Juda pour ridiculiser la ville de Samarie et l’attitude supérieure des gens de Samarie vis-à-vis des Judéens.

( )
17,2 καταλελειμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων. ( ) 17,3 καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Εφραιμ, καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ, καὶ τὸ λοιπὸν τῶν Σύρων ἀπολεῖται· οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ισραηλ καὶ τῆς δόξης αὐτῶν· τάδε λέγει κύριος σαβαωθ. ( ) 17,4 Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ιακωβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται. ( ) 17,5 καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα καὶ σπέρμα σταχύων ἐν τῷ βραχίονι αὐτοῦ ἀμήσῃ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ ( ) 17,6 καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ· τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: