Livre d'Isaïe
14,18 πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ· ( ) 14,19 σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις καταβαινόντων εἰς ᾅδου. ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν, ( ) 14,20 οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν. ( ) 14,21 ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσιν καὶ τὴν γῆν κληρονομήσωσιν καὶ ἐμπλήσωσι τὴν γῆν πόλεων. ( ) 14,22 Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει κύριος σαβαωθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα καὶ σπέρμα – τάδε λέγει κύριοσ ( )

14,23 καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν· καὶ θήσω αὐτὴν πηλοῦ βάραθρον εἰς ἀπώλειαν.


( )
14,24 τάδε λέγει κύριος σαβαωθ Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ, ( ) 14,25 τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἀπὸ τῆς γῆς τῆς ἐμῆς καὶ ἀπὸ τῶν ὀρέων μου, καὶ ἔσονται εἰς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπ αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται. ( Is 8,21 , ) 14,26 αὕτη ἡ βουλή, ἣν βεβούλευται κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην, καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη τῆς οἰκουμένης. ( ) 14,27 ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει., καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει., ( ) 14,28 Τοῦ ἔτους, οὗ ἀπέθανεν Αχαζ ὁ βασιλεύς, ἐγενήθη τὸ ῥῆμα τοῦτο. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: