Livre d'Isaïe
14,5 συνέτριψεν ὁ θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων· ( ) 14,6 πατάξας ἔθνος θυμῷ πληγῇ ἀνιάτῳ, παίων ἔθνος πληγὴν θυμοῦ, ἣ οὐκ ἐφείσατο, ( ) 14,7 ἀνεπαύσατο πεποιθώς. πᾶσα ἡ γῆ βοᾷ μετ εὐφροσύνης, ( ) 14,8 καὶ τὰ ξύλα τοῦ Λιβάνου εὐφράνθησαν ἐπὶ σοὶ καὶ ἡ κέδρος τοῦ Λιβάνου Ἀφ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. ( ) 14,9 ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι, συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν. ( )

14,10 πάντες ἀποκριθήσονται καὶ ἐροῦσίν σοι Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης.


( )
14,11 κατέβη δὲ εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλή σου εὐφροσύνη· ὑποκάτω σου στρώσουσιν σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ. ( ) 14,12 πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων., συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. ( Ez 28,15 , ) 14,13 σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν, ( ) 14,14 ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. ( ) 14,15 νῦν δὲ εἰς ᾅδου καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: