Livre d'Isaïe
10,24 Διὰ τοῦτο τάδε λέγει κύριος σαβαωθ Μὴ φοβοῦ, ὁ λαός μου οἱ κατοικοῦντες ἐν Σιων, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε· πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου. ( ) 10,25 ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν· ( ) 10,26 καὶ ἐπεγερεῖ ὁ θεὸς ἐπ αὐτοὺς κατὰ τὴν πληγὴν τὴν Μαδιαμ ἐν τόπῳ θλίψεως, καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν εἰς τὴν ὁδὸν τὴν κατ Αἴγυπτον. ( ) 10,27 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀφαιρεθήσεται ὁ φόβος αὐτοῦ ἀπὸ σοῦ καὶ ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν. ( ) 10,28 ἥξει γὰρ εἰς τὴν πόλιν Αγγαι καὶ παρελεύσεται εἰς Μαγεδω καὶ ἐν Μαχμας θήσει τὰ σκεύη αὐτοῦ· ( )

10,29 καὶ παρελεύσεται φάραγγα καὶ ἥξει εἰς Αγγαι, φόβος λήμψεται Ραμα πόλιν Σαουλ· φεύξεται


( )
10,30 ἡ θυγάτηρ Γαλλιμ, ἐπακούσεται Λαισα, ἐπακούσεται Αναθωθ· ( ) 10,31 ἐξέστη Μαδεβηνα καὶ οἱ κατοικοῦντες Γιββιρ· παρακαλεῖτε ( ) 10,32 σήμερον ἐν ὁδῷ τοῦ μεῖναι, τῇ χειρὶ παρακαλεῖτε, τὸ ὄρος, τὴν θυγατέρα Σιων, καὶ οἱ βουνοὶ οἱ ἐν Ιερουσαλημ. ( ) 10,33 ἰδοὺ γὰρ ὁ δεσπότης κύριος σαβαωθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ οἱ ὑψηλοὶ ταπεινωθήσονται, ( ) 10,34 καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: