Livre d'Isaïe
9,16 διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται ὁ θεὸς καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει, ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσιν τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ ἔτι ἡ χεὶρ ὑψηλή. ( ) 9,17 καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα. ( ) 9,18 διὰ θυμὸν ὀργῆς κυρίου συγκέκαυται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος· ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει, ( ) 9,19 ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιά, ὅτι πεινάσει, καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. ( ) 9,20 φάγεται γὰρ Μανασση τοῦ Εφραιμ καὶ Εφραιμ τοῦ Μανασση, ὅτι ἅμα πολιορκήσουσιν τὸν Ιουδαν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ ἔτι ἡ χεὶρ ὑψηλή. ( )

10,1 οὐαὶ τοῖς γράφουσιν πονηρίαν· γράφοντες γὰρ πονηρίαν γράφουσιν


20110 Bible des Peuples sur titre chapitre 2023-11-11: Ceux qui organisent l'oppression

( )
10,2 ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν. ( ) 10,3 καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς., ἡ γὰρ θλῖψις ὑμῖν πόρρωθεν ἥξει· καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι., καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν ( ) 10,4 τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν., ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ ἔτι ἡ χεὶρ ὑψηλή. ( ) 10,5 Οὐαὶ Ἀσσυρίοις· ἡ ῥάβδος τοῦ θυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. ( ) 10,6 τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: