Livre d'Isaïe
9,10 καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανιστανομένους ἐπ ὄρος Σιων ἐπ αὐτοὺς καὶ τοὺς ἐχθροὺς αὐτῶν διασκεδάσει, ( ) 9,11 Συρίαν ἀφ ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφ ἡλίου δυσμῶν τοὺς κατεσθίοντας τὸν Ισραηλ ὅλῳ τῷ στόματι. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ ἔτι ἡ χεὶρ ὑψηλή. ( ) 9,12 καὶ ὁ λαὸς οὐκ ἀπεστράφη, ἕως ἐπλήγη, καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν. ( ) 9,13 καὶ ἀφεῖλεν κύριος ἀπὸ Ισραηλ κεφαλὴν καὶ οὐράν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ, ( ) 9,14 πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας [αὕτη ἡ ἀρχή] καὶ προφήτην διδάσκοντα ἄνομα [οὗτος ἡ οὐρά]. ( )

9,15 καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς.


( )
9,16 διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται ὁ θεὸς καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει, ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσιν τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ ἔτι ἡ χεὶρ ὑψηλή. ( ) 9,17 καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα. ( ) 9,18 διὰ θυμὸν ὀργῆς κυρίου συγκέκαυται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος· ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐλεήσει, ( ) 9,19 ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιά, ὅτι πεινάσει, καὶ φάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησθῇ ἄνθρωπος ἔσθων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. ( ) 9,20 φάγεται γὰρ Μανασση τοῦ Εφραιμ καὶ Εφραιμ τοῦ Μανασση, ὅτι ἅμα πολιορκήσουσιν τὸν Ιουδαν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ ἔτι ἡ χεὶρ ὑψηλή. ( )



trouve dans 1 passage(s): Annonce de la naissance du Christ,
trouve dans 1 liturgie(s): Veille de la nativité annee B,
trouve dans 0 document(s) de référence: