Livre d'Isaïe
9,7 Θάνατον ἀπέστειλεν κύριος ἐπὶ Ιακωβ, καὶ ἦλθεν ἐπὶ Ισραηλ, ( ) 9,8 καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Εφραιμ καὶ οἱ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ ἐφ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες ( ) 9,9 Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον. ( ) 9,10 καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανιστανομένους ἐπ ὄρος Σιων ἐπ αὐτοὺς καὶ τοὺς ἐχθροὺς αὐτῶν διασκεδάσει, ( ) 9,11 Συρίαν ἀφ ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφ ἡλίου δυσμῶν τοὺς κατεσθίοντας τὸν Ισραηλ ὅλῳ τῷ στόματι. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ ἔτι ἡ χεὶρ ὑψηλή. ( )

9,12 καὶ ὁ λαὸς οὐκ ἀπεστράφη, ἕως ἐπλήγη, καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν.


3578 Bible des peuples sur verset 2018-12-22: Quand le Seigneur aura terminé son œuvre de purification contre Jérusalem.

( )
9,13 καὶ ἀφεῖλεν κύριος ἀπὸ Ισραηλ κεφαλὴν καὶ οὐράν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ, ( ) 9,14 πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας [αὕτη ἡ ἀρχή] καὶ προφήτην διδάσκοντα ἄνομα [οὗτος ἡ οὐρά]. ( ) 9,15 καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς. ( ) 9,16 διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται ὁ θεὸς καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει, ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσιν τούτοις οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ ἔτι ἡ χεὶρ ὑψηλή. ( ) 9,17 καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα. ( )



trouve dans 1 passage(s): Annonce de la naissance du Christ,
trouve dans 1 liturgie(s): Veille de la nativité annee B,
trouve dans 0 document(s) de référence: