Livre d'Isaïe
9,2 τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα. ( ) 9,3 διότι ἀφῄρηται ὁ ζυγὸς ὁ ἐπ αὐτῶν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν κύριος ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιαμ. ( Jg 7,16 , ) 9,4 ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτείσουσιν καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι. ( ) 9,5 ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος· ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίειαν αὐτῷ. ( ) 9,6 μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον ἐπὶ τὸν θρόνον Δαυιδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον· ὁ ζῆλος κυρίου σαβαωθ ποιήσει ταῦτα. ( )

9,7 Θάνατον ἀπέστειλεν κύριος ἐπὶ Ιακωβ, καὶ ἦλθεν ἐπὶ Ισραηλ,


20109 Bible des Peuples sur titre chapitre 2023-11-11: Menaces contre Éphraïm

3575 Bible des peuples sur verset 2018-12-22: Le poème qui commence ici et se termine au chapitre 10.4 a été écrit longtemps avant celui que nous venons de commenter. Il s’adresse au peuple d’Israël (royaume du nord) qui, bien qu’affaibli par ses défaites, a repris sa vie dans l’insouciance et l’indifférence envers Dieu. Le prophète condamne l’injustice sociale au nom de Dieu.

3577 Bible des peuples sur verset 2018-12-22: Les paragraphes 9.7-20 peuvent bien être la continuation des condamnations prononcées en 5.8-23. En tous cas les destinataires sont les mêmes, et ce sont les Israélites du nord qu’on identifie avec les tribus d’Éphraïm et Manassé (9.8). Ce texte avait sans doute pour conclusion 10.1-10.

( )
9,8 καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Εφραιμ καὶ οἱ ἐγκαθήμενοι ἐν Σαμαρείᾳ ἐφ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες ( ) 9,9 Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον. ( ) 9,10 καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανιστανομένους ἐπ ὄρος Σιων ἐπ αὐτοὺς καὶ τοὺς ἐχθροὺς αὐτῶν διασκεδάσει, ( ) 9,11 Συρίαν ἀφ ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφ ἡλίου δυσμῶν τοὺς κατεσθίοντας τὸν Ισραηλ ὅλῳ τῷ στόματι. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράφη ὁ θυμός, ἀλλ ἔτι ἡ χεὶρ ὑψηλή. ( ) 9,12 καὶ ὁ λαὸς οὐκ ἀπεστράφη, ἕως ἐπλήγη, καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν. ( )



trouve dans 1 passage(s): Annonce de la naissance du Christ,
trouve dans 1 liturgie(s): Veille de la nativité annee B,
trouve dans 0 document(s) de référence: