Livre d'Isaïe
8,10 καὶ ἣν ἂν βουλεύσησθε βουλήν, διασκεδάσει κύριος, καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ὑμῖν, ὅτι μεθ ἡμῶν κύριος ὁ θεός. ( ) 8,11 Οὕτως λέγει κύριος Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες ( ) 8,12 Μήποτε εἴπητε σκληρόν· πᾶν γάρ, ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστιν· τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε οὐδὲ μὴ ταραχθῆτε· ( ) 8,13 κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος. ( ) 8,14 καὶ ἐὰν ἐπ αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ οὐδὲ ὡς πέτρας πτώματι· ὁ δὲ οἶκος Ιακωβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ιερουσαλημ. ( Ps 117,22 , )

8,15 διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ καὶ πεσοῦνται καὶ συντριβήσονται, καὶ ἐγγιοῦσιν καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες.


( )
8,16 Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. ( ) 8,17 καὶ ἐρεῖ Μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ιακωβ καὶ πεποιθὼς ἔσομαι ἐπ αὐτῷ. ( ) 8,18 ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός, καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ισραηλ παρὰ κυρίου σαβαωθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιων. ( ) 8,19 καὶ ἐὰν εἴπωσιν πρὸς ὑμᾶς Ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους, τοὺς κενολογοῦντας οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐκ ἔθνος πρὸς θεὸν αὐτοῦ., τί ἐκζητοῦσιν περὶ τῶν ζώντων τοὺς νεκρούς., ( ) 8,20 νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστιν δῶρα δοῦναι περὶ αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: