Livre d'Isaïe
8,1 Καὶ εἶπεν κύριος πρός με Λαβὲ σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου Τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· πάρεστιν γάρ. ( ) 8,2 καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Ουριαν καὶ τὸν Ζαχαριαν υἱὸν Βαραχιου. ( ) 8,3 καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. καὶ εἶπεν κύριός μοι Κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· ( ) 8,4 διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήμψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. ( ) 8,5 Καὶ προσέθετο κύριος λαλῆσαί μοι ἔτι ( )

8,6 Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωαμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ραασσων καὶ τὸν υἱὸν Ρομελιου βασιλέα ἐφ ὑμῶν,


3562 Bible des peuples sur verset 2018-12-22: Les eaux de Siloé sont la seule source d’approvisionnement en eau de Jérusalem, située sur un plateau. Elles symbolisent la protection secrète du Seigneur, présent parmi son peuple, et tous doivent placer leur foi en lui. En revanche, le roi d’Assyrie qu’Achaz appelle à son aide, sera comme un torrent dont les eaux tumultueuses inonderont tout. Il détruira les ennemis de Juda, mais il laissera aussi Juda en ruines. Ici, nous pouvons lire le destin des nations pauvres qui pensent résoudre tous leurs problèmes en se mettant à la traîne de nations plus puissantes.

( Jn 9,7 , )
8,7 διὰ τοῦτο ἰδοὺ ἀνάγει κύριος ἐφ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ, καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν ( ) 8,8 καὶ ἀφελεῖ ἀπὸ τῆς Ιουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι, καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου· μεθ ἡμῶν ὁ θεός. ( ) 8,9 γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς, ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. ( ) 8,10 καὶ ἣν ἂν βουλεύσησθε βουλήν, διασκεδάσει κύριος, καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ὑμῖν, ὅτι μεθ ἡμῶν κύριος ὁ θεός. ( ) 8,11 Οὕτως λέγει κύριος Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: