Livre d'Isaïe
7,7 τάδε λέγει κύριος σαβαωθ Οὐ μὴ ἐμμείνῃ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται· ( ) 7,8 ἀλλ ἡ κεφαλὴ Αραμ Δαμασκός, ἀλλ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Εφραιμ ἀπὸ λαοῦ, ( ) 7,9 καὶ ἡ κεφαλὴ Εφραιμ Σομορων, καὶ ἡ κεφαλὴ Σομορων υἱὸς τοῦ Ρομελιου· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. ( ) 7,10 Καὶ προσέθετο κύριος λαλῆσαι τῷ Αχαζ λέγων ( ) 7,11 Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. ( )

7,12 καὶ εἶπεν Αχαζ Οὐ μὴ αἰτήσω οὐδ οὐ μὴ πειράσω κύριον.


( Mt 4,7 , )
7,13 καὶ εἶπεν Ἀκούσατε δή, οἶκος Δαυιδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις., καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα., ( ) 7,14 διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Εμμανουηλ· ( Mi 5,1 , Mt 1,21 , ) 7,15 βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν· ( ) 7,16 διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν, καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων. ( ) 7,17 ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν ἀφ ἧς ἡμέρας ἀφεῖλεν Εφραιμ ἀπὸ Ιουδα, τὸν βασιλέα τῶν Ἀσσυρίων. ( )



trouve dans 1 passage(s): Annonce de la naissance du Christ,
trouve dans 1 liturgie(s): Dimanche-4-Avent annee A,
trouve dans 0 document(s) de référence: