Livre d'Isaïe
7,6 Ἀναβησόμεθα εἰς τὴν Ιουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεηλ, ( ) 7,7 τάδε λέγει κύριος σαβαωθ Οὐ μὴ ἐμμείνῃ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται· ( ) 7,8 ἀλλ ἡ κεφαλὴ Αραμ Δαμασκός, ἀλλ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Εφραιμ ἀπὸ λαοῦ, ( ) 7,9 καὶ ἡ κεφαλὴ Εφραιμ Σομορων, καὶ ἡ κεφαλὴ Σομορων υἱὸς τοῦ Ρομελιου· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. ( ) 7,10 Καὶ προσέθετο κύριος λαλῆσαι τῷ Αχαζ λέγων ( )

7,11 Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος.


( )
7,12 καὶ εἶπεν Αχαζ Οὐ μὴ αἰτήσω οὐδ οὐ μὴ πειράσω κύριον. ( Mt 4,7 , ) 7,13 καὶ εἶπεν Ἀκούσατε δή, οἶκος Δαυιδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις., καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα., ( ) 7,14 διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Εμμανουηλ· ( Mi 5,1 , Mt 1,21 , ) 7,15 βούτυρον καὶ μέλι φάγεται· πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν· ( ) 7,16 διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν, καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων. ( )



trouve dans 1 passage(s): Annonce de la naissance du Christ,
trouve dans 1 liturgie(s): Dimanche-4-Avent annee A,
trouve dans 0 document(s) de référence: