Livre de Ben Sirac le Sage
51,20 τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτὴν καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν. καρδίαν ἐκτησάμην μετ αὐτῆς ἀπ ἀρχῆς· διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ. ( ) 51,21 καὶ ἡ κοιλία μου ἐταράχθη τοῦ ἐκζητῆσαι αὐτήν· διὰ τοῦτο ἐκτησάμην ἀγαθὸν κτῆμα. ( ) 51,22 ἔδωκεν κύριος γλῶσσάν μοι μισθόν μου, καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν. ( ) 51,23 ἐγγίσατε πρός με, ἀπαίδευτοι, καὶ αὐλίσθητε ἐν οἴκῳ παιδείας. ( ) 51,24 τί ὅτι ὑστερεῖσθαι λέγετε ἐν τούτοις καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα., ( )

51,25 ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα Κτήσασθε ἑαυτοῖς ἄνευ ἀργυρίου.


( )
51,26 τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγόν, καὶ ἐπιδεξάσθω ἡ ψυχὴ ὑμῶν παιδείαν. ἐγγύς ἐστιν εὑρεῖν αὐτήν. ( ) 51,27 ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν. ( ) 51,28 μετάσχετε παιδείας ἐν πολλῷ ἀριθμῷ ἀργυρίου καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ. ( ) 51,29 εὐφρανθείη ἡ ψυχὴ ὑμῶν ἐν τῷ ἐλέει αὐτοῦ, καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτοῦ. ( ) 51,30 ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ, καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: