Livre de Ben Sirac le Sage
51,8 καὶ ἐμνήσθην τοῦ ἐλέους σου, κύριε, καὶ τῆς ἐργασίας σου τῆς ἀπ αἰῶνος, ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς σε καὶ σῴζεις αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν. ( ) 51,9 καὶ ἀνύψωσα ἀπὸ γῆς ἱκετείαν μου καὶ ὑπὲρ θανάτου ῥύσεως ἐδεήθην· ( ) 51,10 ἐπεκαλεσάμην κύριον πατέρα κυρίου μου μή με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως, ἐν καιρῷ ὑπερηφανιῶν ἀβοηθησίας· αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς καὶ ὑμνήσω ἐν ἐξομολογήσει. ( ) 51,11 καὶ εἰσηκούσθη ἡ δέησίς μου· ἔσωσας γάρ με ἐξ ἀπωλείας καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ. ( ) 51,12 διὰ τοῦτο ἐξομολογήσομαί σοι καὶ αἰνέσω σε καὶ εὐλογήσω τῷ ὀνόματι κυρίου. ( )

51,13 Ἔτι ὢν νεώτερος πρὶν ἢ πλανηθῆναί με ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου.


20093 Bible des Peuples sur titre chapitre 2023-11-11: Comment l'auteur a trouvé la sagesse

4805 Bible des peuples sur verset 2019-01-06: Une dernière invitation à poursuivre la sagesse : voir Siracide 4.11 ; 6.18 ; 24.30 ; 33.16. On en retrouvera l’équivalent en Sagesse 8.

( )
51,14 ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτήν. ( ) 51,15 ἐξ ἄνθους ὡς περκαζούσης σταφυλῆς εὐφράνθη ἡ καρδία μου ἐν αὐτῇ. ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι, ἐκ νεότητός μου ἴχνευον αὐτήν. ( ) 51,16 ἔκλινα ὀλίγον τὸ οὖς μου καὶ ἐδεξάμην καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαν. ( ) 51,17 προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ· τῷ διδόντι μοι σοφίαν δώσω δόξαν. ( ) 51,18 διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτὴν καὶ ἐζήλωσα τὸ ἀγαθὸν καὶ οὐ μὴ αἰσχυνθῶ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: