Livre de Ben Sirac le Sage
50,20 τότε καταβὰς ἐπῆρεν χεῖρας αὐτοῦ ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν Ισραηλ δοῦναι εὐλογίαν κυρίου ἐκ χειλέων αὐτοῦ καὶ ἐν ὀνόματι αὐτοῦ καυχήσασθαι· ( ) 50,21 καὶ ἐδευτέρωσαν ἐν προσκυνήσει ἐπιδέξασθαι τὴν εὐλογίαν παρὰ ὑψίστου. ( ) 50,22 Καὶ νῦν εὐλογήσατε τὸν θεὸν πάντων τὸν μεγάλα ποιοῦντα πάντῃ, τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας καὶ ποιοῦντα μεθ ἡμῶν κατὰ τὸ ἔλεος αὐτοῦ. ( ) 50,23 δῴη ἡμῖν εὐφροσύνην καρδίας καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν ἐν Ισραηλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος· ( ) 50,24 ἐμπιστεύσαι μεθ ἡμῶν τὸ ἔλεος αὐτοῦ καὶ ἐν ταῖς ἡμέραις ἡμῶν λυτρωσάσθω ἡμᾶς. ( )

50,25 Ἐν δυσὶν ἔθνεσιν προσώχθισεν ἡ ψυχή μου, καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος·


20090 Bible des Peuples sur titre chapitre 2023-11-11: Deux ajoutes

4803 Bible des peuples sur verset 2019-01-06: Il y a un certain désordre dans ces derniers paragraphes. Ce verset (25) montre à quel point la haine ou le mépris des étrangers les plus proches étaient inscrits dans la culture de ce temps. La religion de l’Ancien Testament, liée à une terre donnée par Dieu et qu’il fallait défendre, ne pouvait pas surmonter ces limites. On critiquait l’oppression et l’injustice, mais on ne renonçait pas au pouvoir qui écrase l’adversaire et à la paix dont on jouit quand on est seul à décider.

( )
50,26 οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας καὶ Φυλιστιιμ καὶ ὁ λαὸς ὁ μωρὸς ὁ κατοικῶν ἐν Σικιμοις. ( ) 50,27 Παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξεν ἐν τῷ βιβλίῳ τούτῳ Ἰησοῦς υἱὸς Σιραχ Ελεαζαρ ὁ Ιεροσολυμίτης, ὃς ἀνώμβρησεν σοφίαν ἀπὸ καρδίας αὐτοῦ. ( ) 50,28 μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται, καὶ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτοῦ σοφισθήσεται· ( ) 50,29 ἐὰν γὰρ αὐτὰ ποιήσῃ, πρὸς πάντα ἰσχύσει· ὅτι φῶς κυρίου τὸ ἴχνος αὐτοῦ. ( ) 51,1 Ἐξομολογήσομαί σοι, κύριε βασιλεῦ, καὶ αἰνέσω σε θεὸν τὸν σωτῆρά μου, ἐξομολογοῦμαι τῷ ὀνόματί σου, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 1 document(s) de référence: Fratelli tutti § 82,